Ancient Greek
P.Mil. Vogl. 6 298
Documentary Papyri, P.Mil. Vogl. 6 298
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ δευτέρᾳ. Ὡρίων καὶ μέτοχοι σιτολόγοι κώμης Σαμαρίας μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ι ἔτους εἰς Διογενὶς Λυσιμάχου κατοίκων πυροῦ δέκα τρεῖς δίμοιρον …ἓξ τρίτον καὶ τὰ προσμετρούμενα, ἡ αὐτὴ καὶ ἀπὸ ἐπιγραφῶν κατοίκων πυροῦ ἀρτάβην α 𐅵καὶ τὰ προσμετρούμενα καὶ ἀπὸ ἐπιγραφῶν Ἀγαθοῦ Δαίμονος Ἰσχυρίωνος κατοίκων πυροῦ ἕκτον γίνεται πυροῦ ἀρτάβης ϛ καὶ τὰ προσμετρούμενα καὶ ἀπὸ ἐπιγραφῶν …ωνος Ἀντιπάτρου κατοίκων πυροῦ δίμοιρον τετρακαιεικοστόν γίνεται πυροῦ ἀρτάβης 𐅷κδ καὶ τὰ προσμετρούμενα γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι κβ γ κδ καὶ τὰ προσμετρούμενα.