Ancient Greek
1.r.1 to 1.r.32
Documentary Papyri, P. Münch. 1 1.r.1-32
Not analysed yet
χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου Νέου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἐνάτου Φαμενὼθ ιε τῆς ἑβδόμης ἰνδικτίονος Αὐρήλιοι Βίκτωρ καὶ Παείων καὶ Τσία γαμετὴ Ἁτρῆτος τοῦ καὶ συναινοῦντος αὐτῇ οἱ τρεῖς ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Δίου τοῦ καὶ Πασαραεὶ ἐκ μητρὸς Τλοὺ τῆς καὶ πειθομένης καὶ συνευδοκούσης καὶ διαβεβαιωσαμένης πάντα τὰ ὁμολογηθέντα ταύτῃ τῇ διαλύσει ὁρμώμενοι ἀπὸ Συήνης οἱ καὶ ἑξῆς ὑπογραφέα παρέχοντες τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ διαλυτικῇ ὁμολογίᾳ. Αὐρηλίῳ Ἰακώβῳ ἰδίῳ ἡμῶν ὁμοπατρίῳ ἀδελφῷ ἐκ τῶν προγεγραμμένων Δίου τοῦ καὶ Πασαραεὶ καὶ Τλοῦ ὁρμωμένῳ ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν ἐπειδὴ ἡνίκα ἐν τοῖς ζῶσι τυγχάνει ὁ μνημονευθεὶς ἡμῶν πατὴρ Δῖος εἶχεν σὲ τὸν προγεγραμμένον Ἰάκωβον ὡσανεὶ ἀνδρωθέντα καὶ ἥκοντα εἰς τὴν δέουσαν ἡλικίαν συνεργαζόμενον αὐτῷ τῇ ναυτικῇ τέχνῃ, καὶ τοῦ προειρημένου πατρὸς ἡμῶν Δίου τέλει τοῦ βίου χρησαμένου τὴν ὑπολειφθεῖσαν τῷ μακαρίῳ ἡμῶν πατρὶ παρειλήφαμεν διʼ ἐμοῦ αὐτῆς τῆς προειρημένης Τλοὺ μητρὸς ἡμῶν καὶ ε… τὴν ἐξαγωγήν σοι ποιησάμενοι φάσκοντες ὑπολείπεσθαί σοί τι τῆς προχρείας τοῦ αὐτοῦ μακαρίου ἡμῶν πατρός, καὶ σὺ ὁ προλεχθεὶς Ἰάκωβος διεβεβαιώσω λέγων μηδέν τι ἰδιοποιῆσθαί σοι τῶν πατρῴων ἡμῶν πραγμάτων, καὶ τῆς φιλονεικίας μακρᾶς γενομένης ᾑρησάμεθα τὸ κοινὸν τῶν καθωσιωμένων πρώτων ἀριθμοῦ Συήνης, οἵτινες ἀκούσαντες τὰ μεταξὺ ἡμῶν ἀμφιβαλλόμενα συνεῖδον σὲ μηδὲν τὸ σύνολον κατέχοντα τῶν πατρῴων ἡμῶν πραγμάτων καὶ εἰς βεβαίωσιν δὲ καὶ πᾶσαν ἀπαλλαγὴν τῆς κινηθείσης σοι παρʼ ἡμῶν φιλονεικίας καὶ ἀποσόβησιν πάσης ἐρεσχηλίας κινηθησομένης κατὰ σοῦ παρʼ ἡμῶν ὥρισαν ὥστε ἡμᾶς δέξασθαι ἐνώμοτον λόγον ὡς μηδὲν ὑπολείπεσθαί σοι τῶν πατρῴων ἡμῶν πραγμάτων. τούτων τοίνυν δοξάντων καὶ ἀρεσθέντων ἡμῖν κομισαμένοις παρὰ σοῦ τὸν ἐνώμοτον καὶ φρικτὸν ὅρκον ἐπὶ τῶν θείων καὶ ἀχράντων καὶ σεπτῶν κειμηλίων, ὡς μηδὲν παντελῶς συμφεροποιησαμένου τῶν αὐτῶν πατρικῶν ἡμῶν πραγμάτων, εἰς ταύτην ἐληλύθαμεν τὴν ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Βίκτωρ καὶ Παείων καὶ Τσία ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ προαιρέσει δίχα παντὸς δόλου καὶ φόβου τινὸς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς πρῶτον μὲν δεδέχθαι καὶ εἰληφέναι παρὰ σοῦ τὸν σεβάσμιον ὅρκον ἐπὶ τῶν ἁγίων καὶ ἀμώμων κειμηλίων ὡς μηδὲν τοῦ πατρὸς ἡμῶν διακατέχοντος μέχρι εὐτελοῦς τινος, ἔπειτα δὲ ὁμολογοῦμεν μηδένα