Ancient Greek
14.r.74 to 14.r.104
Documentary Papyri, P. Münch. 1 14.r.74-104
Not analysed yet
καὶ εἰ ἐπιχειρήσειεν ἔτι ἐπεξιέναι αὐτοῖς καθʼ οἱονδήποτε τρόπον οἱῳδήποτε καιρῷ ἢ χρόνῳ, οὐδὲν μὲν ὠφεληθήσεται τοῦ ἐπιχειρήματος, ἐπιγνώσεται δὲ λόγῳ προστίμου καὶ παραβασίας χρυσοῦ νομίσματα δώδεκα κινδύνῳ Πσῆρε τοῦ ἐγγυησαμένου αὐτὸν διὰ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἔκ τε αὐτοῦ τοῦ ἐγγυητοῦ καὶ πάντων τῶν αὐτῷ ὑπαρχόντων καὶ ὑπαρξόντων γενικῶς καὶ ἰδικῶς. ὁμολογεῖ δὲ καὶ αὐτὸς Πατερμοῦθις ὡς οὐκ ἐγκαλεῖ τῷ προειρημένῳ Ἰωάννῃ ἢ κληρονόμοις αὐτοῦ χάριν τῆς ζημίας τῆς προστριβείσης αὐτῷ ἐξ αἰτιάσεως Ἰωάννου τοῦ προειρημένου μήτε περὶ οἱουδήποτε πράγματος οὔτε δίαιταν κινεῖ κατʼ αὐτοῦ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ αὐτοῦ οὐ διὰ τῆς γαμετῆς αὐτοῦ οὐ διὰ Ταπίας τῆς προγεγραμμένης αὐτοῦ τε πενθερᾶς μητρὸς δὲ Ἰωάννου οὐ διὰ κληρονόμων αὐτῶν οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου καὶ θείας ἀδνουτατίωνος, διὰ τὸ ἀπηλλάχθαι αὐτὸν πρὸς Ἰωάννην τὸν προγεγραμμένον κρίσει καὶ μεσιτείᾳ Σερῆυ τοῦ προειρημένου θεοφιλεστάτου διαιτητοῦ καὶ ἐσβέσθαι μεταξὺ αὐτῶν πᾶν σπέρμα δίκης καὶ ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως. καὶ εἰ ἐπιχειρήσειεν ὁ αὐτὸς Πατερμοῦθις ἢ ἄλλος τις ἐκ προσώπου αὐτοῦ ἐγκαλέσαι ἢ ἐπιφυῆναι Ἰωάννῃ τῷ προλεχθέντι, ὑποκείσεται τῷ προτεταγμένῳ προστίμῳ τῶν τοῦ χρυσοῦ νομισματίων δώδεκα μετὰ καὶ τοῦ ἐπάναγκες τοὺς ἀφʼ ἑκατέρου μέρους ἐμμεῖναι τῇ παρούσῃ ὁμολογίᾳ τῶν διαλύσεων. καὶ ὅτι ταύτην φυλάττουσιν ἄτρωτον καὶ ἀπαράβατον, ἐπωμόσαντο οἱ ἀφʼ ἑκατέρου μέρους κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς νίκης καὶ διαμονῆς τῶν θεοφυλάκτων καὶ εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνης τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων ὑποθέμενοι πάντα τὰ ὄντα αὐτοῖς καὶ ἐσόμενα πράγματα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ ἐπὶ βεβαιώσει τῇ παρούσῃ ὁμολογίᾳ καὶ τῇ τοῦ προστίμου καταβολῇ εἰ οὕτω τύχοι, καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες ὡμολόγησαν καὶ ἀπέλυσαν . Φλαύιος Ἰωάννης Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης διὰ τοῦ λεγομένου Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυωμένου καὶ ἀναδεχομένου τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐντὸς φερομένοις καὶ ἑξῆς δηλωθησομένοις ταύτῃ τῇ διαλύσει καὶ Πατερμοῦθις Μηνᾶ στρατιώτης ἀριθμοῦ Ἐλεφαντίνης καὶ ναύτης ἀπὸ τῆς αὐτῆς Συήνης οἱ προκείμενοι ἐθέμεθα τὴν διαλυτικὴν ὁμολογίαν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Λάζαρος Πέτρου ἀδιούτωρ ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν