Ancient Greek
16.1 to 16.32
Documentary Papyri, P. Münch. 1 16.1-32
Not analysed yet
…ιος …λκ… ἀπὸ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι ὑμῖν σήμερον καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι αὐλὴν ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος, οἵας ἐστὶ διαθέσεως, διακειμένην ἐπὶ τὴν αὐτὴν Συήνην καὶ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν καλουμένην τῆς παρεμβολῆς ἤτοι σκυτέων, ἀνεῳγμένην ἔχουσαν τὴν θύραν εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην συνημμένην τῇ ὑπαρχούσῃ ἐμοὶ οἰκίᾳ ἐξ ἀπηλιώτου αὐτῆς ,ἐλθοῦσαν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Πλούλλου Σαβίνου στρατιώτου ἀγραρεύοντος Πανὸς καὶ Παύλου Κροὺρ καὶ Θίκρης καὶ Μαρίας ἀδελφῶν αὐτῆς καὶ Ἰωάννου Πινούθου καὶ Ταδώρας Πασνοῦτος καὶ Μαρίας καὶ Τσαύας καὶ Ἀλεξάνδρας καὶ Μαρίας ἄλλης Ψενθαησίου ἀκολούθως ταῖς ἐκδοθείσαις ὑμῖν παρʼ ἐμοῦ προκτητικαῖς ὠναῖς, ἃς ἐξεδόμην ὑμῖν εἰς μείζονα ὑμῶν ἀσφάλειαν, καὶ εἰς αὐτοὺς ἀπὸ κληρονομικοῦ δικαίου τῶν γονέων αὐτῶν. εἰσὶ δὲ γείτονες τῆς αὐτῆς ἁπάσης αὐλῆς νότου ῥύμη δημοσία ἄγουσα εἰς τὸ τεῖχος καὶ οἰκία Μαρτυρίας Ταχβὰρ καὶ Εὐχαρίου Κύρου κεντυρίωνος ,βορρᾶ ῥύμη δημοσία, εἰς ἣν νεύει ἡ αὐθεντικὴ αὐτῆς θύρα, ἀπηλιώτου αὐλὴ Πετεροοῦτος, λιβὸς οἰκία μου τοῦ ὠνουμένου ὁ δὲ τοῖχος τῆσδε τῆς οἰκίας μου, κοινωνιμιαῖος τυγχάνων ἀπηλιωτικῶς τῇ ἐμῇ οἰκίᾳ, λιβικῶς δὲ τῇ αὐτῇ αὐλῇ, εἶναι ἐπὶ τὸ διηνεκὲς ἀπὸ ἐδάφους αὐτοῦ ἕως ἀέρος ἄνευ ἀναλωμάτων διὰ τὸ ἐμὲ πεπληρῶσθαι παρʼ ὑμῶν τοῦ ἀναλώματος ἀπεντεῦθεν ἢ οἳ ἂν ὦσι γείτονες πάντη πάντοθεν καθὼς ὑπηγόρευσα ἐγὼ ὁ ἀποδόμενος. καὶ οὐδὲν ἐμοὶ ὑπολέλειπται ἄπρατον ἐν τῇ αὐτῇ αὐλῇ ἀπὸ ἐδάφους ἕως ἀέρος, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ δοκίμου νομισματίων παλαιοχαράκτων εὐστάθμων δύο γίνεται χρυσοῦ νομισμάτια β, ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων ἐγὼ ὁ ἀποδόμενος ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρά μου ἐπὶ τῆς αὐτῆς Συήνης ἀριθμῷ καὶ σταθμῷ πλήρη πρὸς τὸ ἐντεῦθεν ὑμᾶς τῆς προδεδηλωμένης αὐλῆς ἀπὸ ἐδάφους ἕως ἀέρος κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκοδομεῖν καὶ ἐποικοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῆς τρόπῳ ᾧ ἂν αἱρῆσθε ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ χρήζεσθαι κοινῶς τῷ προδεδηλωμένῳ τοίχῳ καὶ θεῖναι εἰς αὐτὸν δοκοὺς καὶ καμαρῶσαι καὶ ἐπιτελεῖν τὰ περὶ