Ancient Greek
P. Münch. 1 3
Documentary Papyri, P. Münch. 1 3
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου καὶ μεγίστου εὐεργέτου Φλαυίου Τιβερίου Νέου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δευτέρου Φαμενὼθ δεκάτῃ τῆς τρεισκαιδεκάτης ἰνδικτίονος ἐν Συήνῃ Αὐρήλιος Ἰακὼβ ἐκ πατρὸς Κωσταντίου ἐκ μητρὸς Μαρίας ναύτης ἀπὸ Συήνης Αὐρηλίᾳ Μάριαμ θυγατρὶ Ἀλλαμονος μητρὸς Ταπίας ὁρμωμένῃ ἀπὸ τῆς αὐτῆς Συήνης τῇ μου σὺν θεῷ συμβίῳ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰακὼβ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἔχειν καὶ χρεωστεῖν σοι ὑπὲρ τοῦ συμπεφωνημένου γαμικοῦ σου ἕδνου χρυσοῦ δοκίμου νομισμάτια τρία ζυγῷ Συήνης γίνεται χρυσοῦ νομισμάτια γ ζυγῷ Συήνης ἅπερ τὰ προκείμενα χρυσοῦ νομισμάτια τρία ζυγῷ Συήνης ἑτοίμως ἔχω παρασχεῖν σοι ὁπόταν βουληθείης ἀνυπερθέτως ἀτοκὶ ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως τῆς καὶ ὑποκειμένης σοι καὶ ἐνεχομένης ἄχρι ἀποδόσεως καὶ συνπληρώσεως τοῦ προδεδηλωμένου χρέους ἄνευ πάσης ὑπερθέσεώς τε καὶ εὑρεσιλογίας. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι τὸ ἀσφαλὲς κύριον καὶ βέβαιον ἁπανταχοῦ προφερόμενον μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα . Αὐρήλιος Ἰακὼβ υἱὸς Κωσταντίου ναύτης ἀπὸ Συήνης ὁ προκείμενος ἐθέμην τὸ ἀσφαλὲς τῶν τοῦ χρυσοῦ νομισματίων τριῶν ζυγῷ Συήνης καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. Φλαύιος Ἰωάννης Παείωνος ὀρδινάριος ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Φλαύιος Ἀβραὰμ Μουσαίου μαρτυρῶ . Φλαύιος Παπνοῦθις Πέτρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἁτρῆς Βίκτωρ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐσωματίσθη. γραμματεῖον γενόμενον παρὰ Ἰακώβου Κωσταντίου ναύτου ἀπὸ Συήνης εἰς χρυσοῦ νομισμάτια γ ζυγῷ Συήνης.