Ancient Greek
4_5v.r2.31 to 4_5v.v.60
Documentary Papyri, P. Münch. 1 4_5v.r2.31-4_5v.v.60
Not analysed yet
πράττειν ἀκολούθως δὲ καὶ ἀνεμποδίστως. τὸν δὲ ἐπελευσόμενον ὑμῖν ἢ καὶ ἀντιποιησόμενον ἐκστήσω καὶ καθαροποιήσω ἰδίοις μου ἀναλώμασι. εἰ δὲ ἀσθενήσαιμι περὶ τὴν τοῦτου καθαροποίησιν καὶ ἀποσόβησιν, ἐφʼ ᾧ ἐμὲ παρασχεῖν τὴν ἐγκειμένην τιμὴν ἐν διπλῷ ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἐκ τῆς ἐμῆς ὑποστάσεως καὶ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ταύτῃ τῇ παρούσῃ πράσει, ἀλλὰ πρὸς τῷ ἄκοντα ἐμμένειν αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμὲ ἀνάγκης ἢ βίας μὴ ἐπικειμένης ἢ ἀπάτης ἢ δόλου ἀλλὰ διὰ τὸ ἐμοὶ οὕτω δεδόχθαι πεπρακέναι ὑμῖν τὸ προγεγραμμένον πλοῖον καὶ ἀπεσχηκέναι με παρʼ ὑμῶν τὴν τελείαν τὴν ἐγκειμένην τιμὴν ἐν χρυσοῦ νομίσμασι δέκα καὶ ἐννέα δίμοιρον ζυγῷ Συήνης. καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ εἰς ἀσφάλειαν ὑμῶν ἐθέμην ταύτην τὴν παροῦσαν πρᾶσιν μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεὶς κατὰ πρόσωπον ταῦθʼ οὕτως ἔχειν ποιεῖν ἐμμένειν φυλάττειν ὡμολόγησα καὶ ἀπέλυσα . Φλαύιος Πατερμοῦθις ἐκ πατρὸς Μηνᾶ τοῦ καὶ Βῆννε στρατιώτης τείρων λεγεῶνος Συήνης ὁ προκείμενος πέπρακα τὸ ὑπάρχον μοι σκάφος ἀγωγῆς ἀρταβῶν πεντακοσίων πλεοέλαττον καὶ ἀπέσχον παρʼ ὑμῶν τὴν τελείαν τιμὴν ἐν χρυσοῦ νομίσμασι δέκα ἐννέα δίμοιρον ζυγῷ Συήνης καὶ βεβαιῶ ὑμῖν τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται . Φλαύιος Μᾶρκος Ἄπα Δίου στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος . Φλαύιος Ἁτρῆς Βίκτωρ στρaτιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου. Φλαύιος Θεόδωρος Κόμες στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης υἱὸς Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Παείων Δίου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἰωσὴφ Βίκτωρ στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ . Φλαύιος Ἰωάννης Πέτρου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Ἀβραὰμ Μουσαίου ἐσωμάτισα . πρᾶσις πλοίου ἤτοι σκάφους ἀγριοχηνοπρυμνοῦς πραθέντος παρὰ αεΦλαυίου Πατερμουθίου Μηνᾶ τιμῇ χρυσοῦ νομισμάτων ιθ 𐅷ζυγῷ Συήνης.