Ancient Greek
6.ctr.75 to 6.ctr.84
Documentary Papyri, P. Münch. 1 6.ctr.75-84
Not analysed yet
Ἰωάννην τὸν αὐτῆς υἱὸν τρίτον μέρος. ἐν δὲ τῷ μέλλειν τὴν παροῦσαν κρίσιν ἐκδοῦναι διεβεβαιώσατο ὁ ἐνάγων προταθῆναι αὐτῷ παρὰ τῆς μητρὸς λαβεῖν δώδεκα νομίσματα ὑπὲρ τελείας ἀπαλλαγῆς. καὶ τῆς αὐτοῦ μητρὸς μὴ συνθεμένης τούτῳ τῷ λόγῳ, συνεφώνησαν πρὸς ἑαυτοὺς εἰδήσει μου ὥστε, εἰ τοῦτο δυνηθείη ὁ ἐνάγων ἀποδεῖξαι νομίμως διὰ τριῶν μαρτύρων ἀξιοπίστων τῇ προτάσει παρακολουθησάντων καὶ ἐνωμότως τοῦτο κατατιθεμένων, παρασχεῖν αὐτῷ τὸ δεικνύμενον συμπεφωνῆσθαι. τὰ τοίνυν δόξαντά μοι καλῶς ἔχειν ἐπαναγνοὺς τοῖς μέρεσιν ἐκδέδωκα . Μᾶρκος σχολαστικὸς καθʼ ὁ συνείδον ἔκρινα .