Ancient Greek
P. Münch. 3 127
Documentary Papyri, P. Münch. 3.1 127
Not analysed yet
Καλλίνεικος Ἠλίᾳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαι σε ὁλοκληρεῖν μετὰ τῶν τέκνων σου. πᾶν ποίησον μνημόνευε τὴν τῶν φίλων καὶ συνμυστῶν. καὶ μὴ ὡς ἀμύητος ἔπεμψά σοι τὴν πρώτην ἐπιστολήν, καὶ νυνὶ ἡ δευτέρα ἐστὶν αὕτη. πᾶν οὖν ποιήσῃς περὶ τῶν δύο κεραμίων ἐλαίου· δύο γὰρ ἔπεμψάς μοι, καὶ τὸν μισθὸν τοῦ ἐλαιουργοῦ ειπων λαβεν καὶ τὸ ναῦλον τοῦ κτήνους. λάμβανε λογαρίδιον κε φιτεια. οἶδας ὅτι πέρυσι μὴ χριάζων οὐκ εἶπόν σοι, ἀλλὰ ἐφέτους Λεονίδου ὄντος ἐν Βαβυλῶνι καὶ οὕτως χρῄζω. μὴ οὖν ἀφήσῃς με ἐν ταύτῃ θλίψει· καὶ γὰρ αἱ φιλίαι τοιαῦται φαίνονται. δὸς Ἠλιᾶτι παρὰ Καλλινείκου.