Ancient Greek
P. Münch. 3 131
Documentary Papyri, P. Münch. 3.1 131
Not analysed yet
ἀπεστείλαμεν τῷ ἡμῶν δεσπότῃ λόγον ἕνα ἐπειδὴ ἠκούσαμεν ὅτι ἔπεμψεν ὁ πατρίκιος καὶ ἔφερεν Ποῦσιν τὸν υἱὸν παρὰ απ…ενηρου ἔθος ἔχων λαβεῖν τὸν μισθὸν αὐτοῦ ἐκεῖ· καὶ ἀκούσαντες τὸν λόγον οὐκ ἀνεχόμεθα, οὕτως τὰ σώματα ἡμῶν βάλλοντες εἰς θάνατον, θέλοντες ἵνα προσίωσιν αἱ ἀποκρίσεις τῆς σῆς ἐξουσίας. καὶ οἶδεν ὡ ἡμῶν δεσπότης ὅτι μικρὸν ἐὰν ποιῇ ἓν καὶ εἰς ἄλλο χειροῖ Ποῦσιν. καὶ ἐὰν ἄλλος τίς ποτε κελεύῃ πρᾶγμα εἰ μὴ ἡ ἐξουσία ὑμῶν οὐ δυνάμεθα ἀνασχέσθαι ἵνα ποτʼ ἄλλος κελεύῃ πρᾶγμα ἡμῶν· καὶ ποίησον γράψαι ἡμῖν τὴν ἀπόκρισιν. ἤθελεν γὰρ Κυριακὸς ἐλθεῖν καὶ οὐκ ἔλαβε αὐτὸν· καὶ ἐὰν ἔλθῃ, καὶ ἐγὼ ἔρχομαι· εἰ μὴ γὰρ ἀφορμὰς ἤθελεν ὁ πατρίκιος, ποία ἐστιν ἡ δύναμις …ς. ἕνεκεν τοῦ νηροῦ, ὅπου θέλει δοθῆναι τὸν νηρὸν αλλ…ντος, τὰ γράμματα καταλάβωσιν ἡμᾶς ἐπειδὴ πάνυ ὀλιγωροῦμεν εἰς τοῦτο, δέσποτα. δεσπότῃ ἡμῶν …