Ancient Greek
P. Münch. 3 45
Documentary Papyri, P. Münch. 3.1 45
Not analysed yet
…ἰσχύων, ὧι ὁ πατὴρ ἔδωκεν τὴν βασιλείαν, κύριος βασιλειῶν, μεγαλόδοξος, εὐσεβὴς τὰ πρὸς θεούς, ἀνθρώπων σωτήρ, ἀντιπάλων ὑπέρτερος, ὁ τὴν Αἴγυπτον καταστησάμενος, τὰ ἱερὰ ἐπανορθώσας καὶ τοὺς νόμους τοὺς τεθέντας ὑπὸ τοῦ μεγίστου καὶ μεγίστου Ἑρμοῦ βεβαιῶν, κύριος τριακοντετηρίδων καθάπερ ὁ Ἥφαιστος ὁ μέγας, βασιλεὺς καθάπερ ὁ Ἥλιος, μέγας βασιλεὺς τῶν τε ἄνω καὶ τῶν κάτω χωρῶν, ἔκγονος θεῶν Εὐεργετῶν, ὃν ὁ Ἥφαιστος ἐδοκίμασεν, ὧι ὁ Ἥλιος ἔδωκεν τὸ κράτος, εἰκὼν ζῶσα τοῦ Διός, υἱὸς τοῦ Ἡλίου, Πτολεμαῖος αἰωνόβιος, ἠγαπημένος ὑπὸ τῆς Ἴσιδος …υλυρων…