Ancient Greek
P. Münch. 3 66
Documentary Papyri, P. Münch. 3.1 66
Not analysed yet
ἐξ ὑπομνηματισμῶν Διδύμου τοῦ καὶ Γεμείνου στρατηγοῦ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος η ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιϛ Στοτοῆτις Πεκύσεως πρὸς Σαταβοῦν Πακύσεως καὶ Σαταβοῦν Στοτοήτεως καὶ Πεκῦσιν Σαταβοῦτος καὶ Στοτοῆτιν Πανεφρέμμεως …συνηγορουμένῳ καὶ τῷ ἀδελφῷ αὐτοῦ Παβοῦτι νυκτὸς ἐπελθόντες …νος ἐβούλετο ἀμφοτέρους ἀποκτεῖναι, διαφυγόντος δὲ τούτου ……κ …ων δ…υς… …ς ἐπὶ τῶν κατὰ Στοτοῆτιν Πεκύσεως πρὸς Σαταβοῦν Πεκύσεως καὶ Πεκῦσιν Σαταβοῦτος καὶ Στοτοῆτιν Πανεφρέμμεως …ντιπ…ια …ς ἀπὸ κώμης …ερ… …τοῖς ἀντιδίκοις …εσεν…ω …ούμενος ὡς ἀπέκτεινεν αὐτοῦ τὸν ἀδελφὸν καὶ ὡς ἀναφόριον ἐφʼ ὑπογραφῆς τοῦ κρατίστου ἡγεμόνος κατέρρηχεν ἔλεγον καὶ τὸν ἀρχ… τῷ φόνῳ παρατετευχέναι, ἐπεὶ δὲ ἦρχεν οὗτος ἐν τῇ κώμῃ ἐν ταύτῃ τῇ ἡμέρᾳ γεγο…οσοι μάρτυρας παραστήσιν τοὺς ἰδόντας …καὶ τοὺς ἐγνωκότας τό τε περὶ τοῦ ἀναφορίου …τι φόνο… τῇ κρίσει οἱ δυνάμενοι μαρτυρῆσαι. προσελθούσης Ταουήτιος …ως καὶ Τανοῦτος Τεσενούφεως καὶ …τος Σαταβοῦτος καὶ Πανεφρέμμεως …ως καὶ Τανεφρέμμεως Πιβοου… ὁ στρατηγὸς ἐπύθετο εἴ τι τῶν εἰρημένων ἔγνωσαν. λεγόντων μηδὲν ἐγνωκέναι περὶ τοῦ φόνου μηδὲ περὶ τοῦ ἀναφορίου, ἄρξαι δὲ καὶ τὴν ἡμέραν, ἐν ᾗ λέγει τὸν ἀρχ… παρατετευχέναι ἐν τῇ κώμῃ, Κλαύδιος Δίδυμος ὁ καὶ Γέμεινος στρατηγὸς Στοτοήτει εἶπεν· οἱ νῦν ὑπὸ σοῦ παρασταθέντας οὐδὲν μαρτυροῦσι ἔτι …νας ὕστερον …ἀποδείξεις …δὲν τυχεῖν …ἀνέγνων.