Ancient Greek
P. Münch. 3 89
Documentary Papyri, P. Münch. 3.1 89
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ β καὶ Κώνσταντος Αὐγούστου τὸ α, Αὐρηλίοις Ἀμμωνίῳ καὶ Δημητρίᾳ Ἀνικήτου ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίων Παύλου Ἠλία καὶ Πόλιτος ἀδελφοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. βουλόμεθα ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον ἐνιαυτὸν ἕνα καρπῶν τῆς εὐτυχοῦς ιδ ἰνδικτίωνος τὰς ὑπαρχούσας ὑμῖν περὶ Θῦνιν ἐκ τοῦ διʼ αὐτῶν κλήρου ἀρούρας πέντε εἰς σπορὰν λινοκαλάμης καὶ χόρτου λωτίνου κατὰ τὸ ἥμισυ φόρου τῆς μὲν λινοκαλάμης ἑκάστης ἀρούρης σιππίου ἀχειρίστου κεντηναρίου ἑνὸς διμοίρου τῆς δὲ ἐν χόρτῳ παρέξομεν ὑμῖν τὴν ἡμίσειαν τῶν ἐκβησομένων παντὸς χόρτου ἀντὶ τοῦ φόρου, ὅπερ σίππιον αποδώσομέν σοι τῷ Φαῶφι μηνὶ τοῦ αὐτοῦ ἔτους ἀνυπερθέτως ἐν σιππίῳ ἐπιτηδείῳ καὶ εὐαρέστῳ σταθμῷ δημοσίῳ, τῆς ἐν σπόρῳ ἐκ γεωμετρίας φανησομένης, τῶν δημοσίων τελεσμάτων καὶ τῶν ἄλλων πάντων ὄντων πρὸς ὑμᾶς τοὺς γεούχους. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης, Θὼθ λ Αὐρήλιος …μεμισθω…α… Αὐρήλι …