Ancient Greek
P. Münch. 3 91
Documentary Papyri, P. Münch. 3.1 91
Not analysed yet
……βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρʼ ὑμῶν ἐπὶ πενταετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ ἑνδεκάτης ἰνδικτίωνος καὶ αὐτῆς τὴν ὑπάρχουσαν αὐτῇ ἄρουραν μίαν ἥμισυ σπορίμης γῆς ἀνύδρου διακειμένης ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης Ναγώκεως τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἂν αἱρῶμαι φόρου ταύτης κατʼ ἔτος τῷ συμβρόχῳ σίτου ἀρταβῶν πέντε μέτρῳ παραλημπτικῷ Ἀθηναίῳ τοῦ ὑμετέρου προνοητοῦ γίνονται σίτου ἀρτάβαι ε, τῷ δὲ ἀβρόχῳ, ὃ μὴ εἴη, παρέξω τὸ ἥμισυ τοῦ αὐτοῦ φόρου ἐν μηνὶ Ἐπεὶφ κατʼ ἔτος ἀνυπερθέτως. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλαούιος Ἰωάννης ἐξεμίσθωσα.