Ancient Greek
P. Münch. 3 96
Documentary Papyri, P. Münch. 3.1 96
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαῶφι ιθ, διὰ τῆς πρὸς τῷ θεάτρῳ Μα…εῦτος τραπέζης. Ἀφροδίσιος Διοσκόρου Σαραπίωνι Δημητρίου ἀπελευθέρου Ταμύσθας μητρὸς Διοδώρας ἀπὸ ἀμφόδου Γυμνασίου ὡς ἐτῶν λ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Ἰσχυρίωνι Ἡρώδου τοῦ Θεογίτονος ἀπὸ ἀμφόδου Σεκνεπτυνίου ὡς ἐτῶν κε οὐλὴ δακτύλῳ τρίτῳ χειρὸς ἀριστερᾶς τοῖς β ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν ἔχειν ἀὐτοὺς παρὰ τοῦ Ἀφροδισίου χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτὼ τόκου δραχμιαίου τῇ μνᾷ κατὰ μῆνα, ἃς καὶ ἀποδώσουσι μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως. Σαραπίων Δημητρίου καὶ Ἰσχυρίων Ἡρώδους ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν ἔσχομεν παρὰ τοῦ Ἀφροδισίου τὰς τῆς χρήσεως κεφαλαίου ἀργυρίου δραχμὰς ἑκατὸν ὀκτώ ,ἃς καὶ ἀποδώσομεν ἐξ ἀλληλενγύης ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους καθὼς πρόκιται. Σαραπίων ἔγραψα τὰ πλεῖστα. Ἰσχυρίων Ἡρώδου συνέσχον καὶ συναποδώσω τὰς δραχμὰς τὰς ἑκατὸν ὀκτὼ καθὼς πρόκειται. …προ σερετυλλ δραχμ ρη