Ancient Greek
P.Nag Hamm. 77
Documentary Papyri, P.Nag Hamm. 77
Not analysed yet
……ε …ρα… ἀδελφοῖς ἡμῶν …ἐνεγυήθη παραγενήσεσθαι ἕνεκεν τῆς ἐκκοπῆς ὀλίγων …θων συνέστησεν αὐτοὺς ἡμῖν διὰ γραμμάτων ὁ πατὴρ ἡμῶν ὁ …ς ἐπίσκοπος ἵνα μὴ ἀμελήσῃς προσδέξασθαι αὐτοὺς καὶ ἵνα ὁ …Βησαρίων τὸ πλοῖον ἀνενόχλητον ἔχῃ. προσαγορεύομεν πάντας τοὺς παρὰ σοὶ ἀδελφοὺς κατʼ ὄνομα. ἐρρῶσθαί σε εὐχόμεθα πολλοῖς χρόνοις, ἄδελφε. τῷ ἀγαπητῷ ἀδελφῷ Σανσνῶτι Ζακχέος καὶ Κόμ… καὶ Πεχενεφνῖβις πρεσβύτεροι.