Ancient Greek
P.Narm. 143
Documentary Papyri, P.Narm. 143
Not analysed yet
Αὐρήλιος Δίδυμος μισθωτὴς αἰγιαλοῦ Αὐρηλίῳ Σαραπίωνι ἱερεῖ κώμης Ναρμούθεως χαίρειν. ἀπέσχον παρὰ σοῦ φόρον τοῦ Μεσορὴ τὰς δραχμὰς εἴκοσι ὀκτὼ καὶ ὀρνίθια δύο καὶ ὠὰ εἴκοσι, πλήρης τοῦ ε ἔτους καὶ οὐδέν σοι ἐγκαλῶ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ε τοῦ κυρίου ἡμῶν Μάρκου Αὐρηλίου Πρόβου Σεβαστοῦ Παῦνι ε.