Ancient Greek
P.Narm. 3
Documentary Papyri, P.Narm. 3
Not analysed yet
Σαβεῖνος ἀνεγραψάμην ιβ ἔτους μηνὸς Γερμανικείου κθ. Σωκράτῃ γεγυμνασιαρχηκότι καὶ Ἀντιπάτρῳ βιβλιοφύλαξιν ἐγκτήσεων Ἀρσινοΐτου. παρὰ Θατρείους τῆς Πατύνιος τοῦ Πατερμούθιος ἀναγραφομένης ἐπὶ κώμης Ναρμούθεως τῆς Πολέμωνος μερίδος μετὰ κυρίου τοῦ ἀνδρὸς Σανσνεῦτος τοῦ Ἀκήους. χωρὶς ὧν ἀπεγραψάμην δι’ ὑμῶν ὑπαρχόντων προσαπογράφομαι καὶ ἣν ἠγόρασα τῶι ἐνεστῶτι χρόνωι παρὰ Ἀκήους τοῦ Ἀκήους τοῦ Σανσνεῦτος ἀναγραφομένου ἐπὶ κώμης Βερνικίδος Θεσμοφόρου ἐν κώμῃ Ναρμούθει οἰκίαν καὶ αὐλὴν τιμῆς ἀργυρίου δραχμῶν ἑξήκοντα καθαρὰν ἀπὸ ὀφειλῆς ὑποθήκης παντὸς διεγγυήματος. διὸ ἐπιδίδωμι τὴν προσαπογραφήν. Πτολεμαῖος γραμματεύς. κατακεχώρισται. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Γερμανικείου κθ.