Ancient Greek
P.Nekr. 18
Documentary Papyri, P.Nekr. 18
Not analysed yet
Μέλας …Σαραπίωνι καὶ Σιλβανῷ …χαίρειν. ἀπέστειλα ὑμῖν διὰ τοῦ νεκροτάϕου τὸ σῶμα τοῦ ἀδελϕοῦ Φιβίωνος, καὶ ἐπλήρωσα αὐτὸν τοὺς μισθοὺς τῆς παρακομιδῆς τοῦ σώματος ὄντας ἐν δραχμαῖς τριακοσίαις τεσσεράκοντα παλαιοῦ νομίσματος καὶ θαυμάζω πάνυ ὅτι ἀλόγως ἀπέστητε μὴ ἄραντες τὸ σῶμα τοῦ ἀδελϕοῦ ὑμῶν, ἀλλὰ συλλέξαντες ὅσα εἶχεν καὶ οὕτως ἀπέστητε. καὶ ἐκ τούτου ἔμαθον ὅτι οὐ χάριν τοῦ νεκροῦ ἀνήλθατε ἀλλὰ χάριν τῶν σκευῶν αὐτοῦ. ϕροντίσατε οὖν τὰ ἀναλωθέντα ἑτοιμάσαι. ἔστι δὲ τὰ ἀναλώματα· τιμῆς ϕαρμάκου παλαιαὶ δραχμαὶ ξ τιμῆς οἴνου τῇ πρώτῃ ἡμέρᾳ χοῶν β παλαιαὶ δραχμαὶ λβ ὑπὲρ δαπάνης ἐν ψωμίοις καὶ προσϕαγίοις δραχμαὶ ιϛ τῷ νεκροτάϕῳ εἰς τὸ ὄρος μετὰ τὸν γεγραμμένον μισθὸν χοῦν οἴνου δραχμαὶ κ ἐλαίου χοὸς 𐅵δραχμαὶ ιβ κριθῆς ἀρτάβη α δραχμαὶ κ τιμῆς σινδόνος δραχμαὶ κ καὶ μισθοῦ ὡς πρόκειται δραχμαὶ τμ γίνονται ἐπὶ τὸ αὐτὸ ὑπὲρ τῆς ὅλης δαπάνης παλαιοῦ νομίσματος δραχμαὶ πεντακόσιαι εἴκοσι, γίνονται δραχμαὶ ϕκ. πᾶν οὖν ποιήσετε ὑπηρετῆσαι τὸν μέλλοντα ἐνεγκεῖν τὸ σῶμα ἐν ψωμίοις καὶ οἰναρίῳ καὶ ἐλαίῳ καὶ ὅσα δυνατὸν ὑμῖν ἐστιν ἱνα μαρτυρήσῃ μοι. μηδὲν δὲ δράσητε …τῶν ε…μένων ἐν ἀργυρίῳ διὰ τὸ ἐμὲ μὴ …εναι …εδ…π…και …τα… Παχων κη …πι… ὑμᾶς ε… ἐρρῶςθαι ὑμᾶς εὔχομαι. Σαραπίωνι καὶ Σιλβανῷ ἀδελφοῖς Φιβίωνος Μέλας δεκάδαρχος