Ancient Greek
P.Nekr. 21
Documentary Papyri, P.Nekr. 21
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Μεσορη κγ ἐκτὸς τῶν προαστείων ὁμολογεῖ Πετεχῶν υἱὸς Τμάρσιος νεκροτάφος ἀπὸ Κύσεως ἀναφέρειν διὰ τοῦδε τοῦ χρηματισμοῦ τὴν γενομένην αὐτῷ χάριν ἧς ἐστὶν ἀντίγραφον. Πετοσῖρις Πετοσίριος νεκροτάφος τῆς Ἱβιτῶν πόλεως Πετεχῶντι υἱῷ Τμάρσιος νεκροτάφῳ ἀπὸ Κύσεως χαίρειν. ὁμολογῶ χαρίζεσθαι σοὶ χάριτι ἀναφαιρέτῳ καὶ ἀμετανοήτῳ εὐνοίας ἕνεκεν καὶ ϕιλοστοργίας ἧς ἐνέδειξας εἰς ἐμὲ ἀπὸ τῆς ὑπαρχούσης μοι κηδείας νεκροταφικῆς ἐν Κύσει μετὰ καὶ τῶν κωμῶν τῆς αὐτῆς Κύσεως μέρος τέταρτον ἀπὸ τοῦ νῦν μέχρι παντὸς καὶ οὐκ ἐξέσται μοι οὔτε ἄλλῳ τινὶ τῶν ἐμῶν μετελθεῖν σε περὶ τῆσδε τῆς δόσεως διὰ τὸ οὕτως μοι δεδόχθαι. ἡ δὲ χάρις αὕτη ἁπλῆ γραφεῖσα κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἐπὶ τοῦ διεληλυθότος πέμπτου ἔτους Μάρκων Ἰουλίων Χοιακ. Αὐρήλιος Κλαύδιος Ψεναμούνιος παρανέγνων. Πετοσῖρις ὁ προκείμενος ἐχαρισάμην ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Φιλῖνος ὁ καὶ Θεόγνωστος ἐρωτηθείς. Αὐρήλιος Φιλοσάραπις Ἀπολλωνίου μαρτυρῶ. Αὐρήλιος Ἀμμώνιος Ψάιτος μαρτυρῶ. ἕως τούτου τὸ χειρόγραφον ᾧ εὐδοκῶν ὁ προκείμενος προσφωνεῖ καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. Πετεχῶν υἱὸς Τμάρσιος ὁ προκείμενος ἀνήνεγκα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Ἀμοῦνις Νοείριος ἐρωτηθείς. Αὐρήλιος Ἰσοκράτης Μάγνου χρηματιστὴς κεχρημάτικα. …Πετοσίριος Πετεχῶντι ἀποκ…