Ancient Greek
P.Nekr. 24
Documentary Papyri, P.Nekr. 24
Not analysed yet
…δ… νεκροταϕίσσᾳ ἀπὸ τῆς αὐτῆς χαίρειν. ἐπεὶ ……ασιν …κιαν α… α…εν… ἡμῖν ……αλλ… κ… ως ἐκ του… γενέσθαι καὶ …διαλλαγὴ δ… ἐντεῦθεν ὁμολογῶ ὁ προκείμενος Ψεννῆσις τ… κα καὶ μηδένα λόγον ἔχειν πρὸς σὲ ἀπὸ τοῦ νῦν μέχρι παντὸς ἀλλ’ ἐξεῖναί σοι ἀποστῆναι ὃν ἐὰν βουληθῇς τρόπον καὶ ᾧ θέλῃς γαμηθῆναι καὶ οὐκ ἐξέσται μοι μετελθεῖν σε ἢ ἐγκαλεῖν σοι περὶ ἀλλοτρίου γάμου ἢ περὶ ἕδνου ἢ περὶ ἄλλου τινός ἁπαξαπλῶς διὰ τὸ οὕτως μοι πεπεισμένον εἶναι. ἡ ἀποζυγὴ αὕτη δισσὴ γραφεῖσα κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιϛ καὶ ἔτους ιε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους η τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων. Τῦβι …Ψεννῆσις Πιὸς νεκροτάφος τέθειμαι τήνδε τὴν ἀποζυγὴν ἐϕ’ αἷς περιέχει πάσαις διαστολαῖς καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Ἰσοκράτης ἀξιωθείς.