Ancient Greek
P.Nekr. 28
Documentary Papyri, P.Nekr. 28
Not analysed yet
Ψενοσῖρις πρεσβύτερος Ἀπόλλωνι πρεσβυτέρῳ ἀγαπητῷ ἀδελϕῷ ἐν κυρίῳ χαίρειν. πρὸ τῶν ὅλων πολλά σε ἀσπάζομαι καὶ τοὺς παρὰ σοὶ πάντας ἀδελϕοὺς ἐν Θεῷ. γινώσκειν σε θέλω, ἀδελϕέ, ὅτι οἱ νεκροτάϕοι ἐνηνόχασιν ἐνθάδε εἰς Τοετὼ τὴν πολιτικὴν τὴν πεμϕθεῖσαν εἰς Ὄασιν ὑπὸ τῆς ἡγεμονίας. καὶ ταύτην παραδέδωκα τοῖς καλοῖς καὶ πιστοῖς ἐξ αὐτῶν τῶν νεκροτάϕων εἰς τήρησιν, ἔστ’ ἂν ἔλθῃ ὁ υἱὸς αὐτῆς Νεῖλος. καὶ ὅταν ἔλθῃ σὺν θεῷ μαρτυρήσει σοι περὶ ὧν αὐτὴν πεποιήκασιν. δήλωσον δέ μοι καὶ περὶ ὧν θέλεις ἐνταῦθα ἡδέως ποιοῦντι. ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ Θεῷ. Ἀπόλλωνι παρὰ Ψενοσίριος πρεσβυτέρῳ πρεσβυτέρου ἐν κυρίῳ