Ancient Greek
P.Nekr. 37
Documentary Papyri, P.Nekr. 37
Not analysed yet
Ψενανοῦϕις Στράβωνος ἐξωπυλίτης ἀπὸ τοπαρχίας Κύσεως τῆς Ἱβιτῶν πόλεως Σύρῳ Πετεχῶντος νεωτέρου ἐξωπυλίτῃ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν μέχρι παντὸς τὴν ἡμίσειαν τῆς ὑπαρχούσης μοι ὄνου λευκῆς οὔσης, ἐχούσης σημεῖον ἐπὶ τοῦ τραχήλου αὐτῆς, τιμῆς τῆς συμπεϕωνημένης πρὸς σὲ ἀργυρίου Σεβαστῶν καινοῦ νομίσματος ἐν νούμμοις τάλαντα δύο καὶ δραχμὰς τρισχειλίας, γίνονται τάλαντα β δραχμαὶ Γ, καὶ ἐὰν μὲν βλάβος τι ποιήσῃ, ἡμεῖς ἀμϕότεροι, ἐὰν δέ, ὃ μὴ εἴη, δεινόν τι πάθῃ, πάλιν ἀμϕότεροι, καὶ ὁμολογῶ μή μοι ἀποστῆναι ἀπὸ τῆς ὄνου μηδὲ σοὶ ἀποσπᾶν με ἀπ’ αὐτῆς …α… ἐξεῖναι, ἀμϕοτέρους δὲ κυριεύειν καὶ δεσπόζειν καὶ ἐξ ἴσου τῆς ὄνου διὰ τὸ ἐπὶ τούτοις ἡμᾶς ἀλλήλοις συνομολογῆσαι. ἡ πρᾶσις αὕτη ἁπλῆ γραϕεῖσα μετὰ τῆς συγκαταθέσεωςμου κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιε καὶ ἔτους γ καὶ ἔτους α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιϕανεστάτων Καισάρων, Φαμενωθ …. Ψενανοῦϕις Στράβωνος ἐξωπυλίτης ὁ προκείμενος πέπρακα τὴν ἡμισείαν τῆς ὄνου μου καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Ἀμμώνιος Ἀμμωνίου ἀξιωθείς.