Ancient Greek
P.Nekr. 4
Documentary Papyri, P.Nekr. 4
Not analysed yet
ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἀντωνίου Γορδιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …ἐκτὸς τῶν προαστείων. ὁμολογεῖ Πολυδεύκης ἐπικαλούμενος Μέρσις ἀπελεύθερος Πετεχῶντος καὶ Πετοσίριος ἀμϕοτέρων Πετεχῶντος …νεκροτάϕος ἀπὸ τῆς Ἱβιτῶν πόλεως Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Φιλοσαράπιδι ἀποσυνεστηκέναι αὐτὸν καταπλέοντα εἰς Ἀλεξάνδρειαν δημοσιῶσαι παρὰ τῷ ἀρχιδικαστῇ χειρόγραϕον ἀπελευθερώσεως γενομένης αὐτῷ ἧς ἐστιν ἀντίγραϕον. Πετεχῶν καὶ Πετοσῖρις ἀμϕότεροι Πετεχῶντος Πολυδεύκῃ ἐπικαλουμένῳ Μέρσει νεκροτάϕῳ ἀπὸ τῆς Ἱβιτῶν πόλεως χαίρειν. ὁμολογοῦμεν ἀπηλευθερωκέναι σε ὑπὸ Δία Γῆν Ἥλιον ἀπὸ τοῦ νῦν μέχρι παντὸς χάριν ἧς ἐνέδειξας πρὸς ἡμᾶς πίστεως …καὶ μὴ ἐξεῖναι ἡμῖν ἐγκαλεῖν …περὶ δουλίας ἀπὸ τοῦ νῦν μέχρι παντὸς …μη… μετελθεῖν σε περὶ δουλίας ἢ ὑπὲρ …διὰ τὸ οὕτως ἡμῖν δεδόχθαι, καὶ δεδωκέναι σοι μέρος τρίτον οἰκίας …γείτονες νότου ὁδὸς μ… ἀπελευθερώσει β… …διὰ τὸ οὕτως ἡμῖν δεδόχθαι. ἡ δὲ ἀπελευθέρωσις αὕτη δισσὴ ἐγράϕη. κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος ……Πετεχῶν καὶ Πετοσῖρις ἀμϕότεροι Πετεχῶντος οἱ προκείμενοι τεθείμεθα τὴν προκειμένην ἀπελευθέρωσιν ἐϕ’ αἷς περιέχει πάσαις διαστολαῖς. ἔγραψα ὑπὲρ αὐτῶν Αὐρήλιος Σαραπίων ὁ καὶ Φιλοσάραπις ἐρωτηθείς. Αὐρήλιος Εἰρηνίων ο… μαρτυρῶ. Αὐρήλιος Ψεννῆσις Ψάιτος μαρτυρῶ. ὅπερ χειρόγραϕον μοναχὸν αὐτῷ ἀναδεδωκέναι πρὸς δημοσίωσιν …συστατικῷ …Ἱέραξ Διονυσίδου …Ψεναμοῦνις ὁ καὶ …Αὐρήλιος Εἰρηνίων ……Αὐρήλιος Μαριανὸς Παάπιος. Αὐρήλιος Βασιλείδης ὁ καὶ Σαραπόδωρος χρηματιστὴς κεχρημάτικα.