Ancient Greek
P.Nekr. 40
Documentary Papyri, P.Nekr. 40
Not analysed yet
Ταπαοῦς Πιαοῦτος νεκροτάϕη Μωθειτῶν πόλεως Κασιανῷ Κασιανοῦ νεκροτάϕῳ τοπαρχίας Κύσεως χαίρειν. ὁμολογῶ τετροϕευκέναι σοι τὸ τέταρτον μέρος τῆς δουλείας. ἔσχον ἀπὸ σοῦ τὰ τροϕεῖα καὶ τὸν ἱματισμόν ἀργυρίου Σεβαστῶν νομίσματος ἐν νούμμοις τάλαντα εἴκοσιν, ἃ ἐπλήρωσεν μοι πρὸ α καλανδῶν Ὀκτωβρίων πλήρης ἀρχῇ. πάλιν πρὸ ι… καλανδῶν Ὀκτωβρίων κατὰ βεβαίωσιν …α… τὰ τροϕεῖα καὶ τὸν ἱματισμόν τοῦ τετάρτου μέρους τῆς δουλείας …χορηγήσεις. κυρία ἡ ἀσϕάλεια χειρόγραϕος ἥδε ἐϕ’ ὑπογραϕῆς τοῦ ὑπογράϕοντος κυρία ἔστω καὶ βεβαία ὡς ἔννομος ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ πατρὸς Ἀγούστων τὸ ι καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Αὐγούστου τὸ ζ πρὸ η εἰδῶν Ἰανουαρίον. Ταπαοῦς Πιαοῦτος νεκροτάϕη ἡ προκειμένη Κασιανῷ Κασιανοῦ νεκροτάϕῳ τῷ προκειμένῳ. ἔσχον ἀπὸ σοῦ τὰ τροϕεῖα καὶ τὸν ἱματισμόν τοῦ τετάρτου μέρους τῆς δουλείας ἀργυρίου Σεβαστῶν ἐν νούμμοις τάλαντα κ ὡς πρόκειται, καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας Αὐρήλιος Φιλοσάραπις ἀπὸ Μωθειτῶν πόλεως.