Ancient Greek
P.Neph. 1
Documentary Papyri, P.Neph. 1
Not analysed yet
Ὀφελλίῳ καὶ τοῖς λοιποῖς ἀγαπητοῖς ἀδελφοῖς Παῦλος καὶ Ταπιὰμ ἐν κυρίῳ χαίρειν. προηγουμένως εὐχόμεθα νυκτὸς καὶ ἡμέρας ὑγιαίνουσι ὑμῖν ψυχῇ καὶ σώματι τὰ παρʼ ἡμῶν γράμματα ἀποδοθῆναι, ἔπειτα καὶ νῦν ὑπομνῆσαι ὑμῶν τὴν φιλανθρωπίαν ὅπως ἐν ταῖς εὐχαῖς ὑμῶν μνημονεύσητε ὀνομάσαι ἡμᾶς διὰ τὴν ξενιτείαν ἡμῶν καὶ τὰ παιδία ἡμῶν. ἐγὼ γὰρ ἡ Ταπιὰμ ἐνόσησα καὶ ἔτι ἀνάκειμαι. παρακαλοῦμεν οὖν, εὔξασθε ὑπὲρ τῆς ὁλοκληρίας ἡμῶν· καὶ γὰρ πρὸ τούτου τὰ παιδία ἡμῶν ἐνόσησαν καὶ διὰ τὰς εὐχὰς ὑμῶν ἐπαύσαντο. πιστεύομεν γὰρ ὅτι ὁ κύριος ὑμῶν δικαίων ὄντων ἀκούσεται. καὶ ἡμεῖς γὰρ ἐν τῇ οἰκίᾳ ἑαυτῶν τὸ τέλος σχεῖν εὐχόμεθα καὶ ἔγγιστα τῶν ἰδίων ἀπαλλαγῆναι τῆς ταλαιπωρίας τοῦ κόσμου θέλομεν, εἴπερ καταξιοῖ ἡμᾶς ὁ δεσπότης σωθῆναι ἐν τῇ ξενιτείᾳ ἡμῶν. σὺ δέ, κύριε ἄδελφε Νεφερώ, ὀλίγα ἡμῖν ψωμία ἀπὸ τοῦ σίτου οὗ χρεωστεῖ Παπνοῦθις ποίησον καὶ ἀπόστειλον ἡμῖν ἵνα εὕρω μετὰ τῶν παιδίων μου· θέλω γὰρ σὺν θεῷ ἀνελθεῖν πρὸς ὑμᾶς καὶ ἐν τῷ πλοίῳ ἔχειν. ἀσπαζόμεθα τοὺς ἀγαπητοὺς ἀδελφοὺς πάντας κατʼ ὄνομα καὶ τὰς παρθένους τοῦ θεοῦ καὶ τὸν πατέρα ἡμῶν Ὡρίωνα καὶ τὴν μητέρα Τιενὸρ καὶ Πῖναν καὶ τοὺς λοιποὺς ἀδελφοὺς ἡμῶν πάντας κατʼ ὄνομα, ἐρρωμένους ὑμᾶς διὰ παντὸς ψυχῇ καὶ σώματι ἡ θεία πρόνοια φυλάττοι. κυρίοις μου ἀγαπητοῖς ἀδελφοῖς Νεφερῷ καὶ Ὀφελλίῳ καὶ τοῖς λοιποῖς Παῦλος …