Ancient Greek
P.Neph. 3
Documentary Papyri, P.Neph. 3
Not analysed yet
τῷ τιμιωτάτῳ πατρὶ ἡμῶν ἀγαπητῷ Νεφερῷ Παῦλος. μνημονεύω τῆς εὐλογίας, ἧς ἔχομεν παρὰ τῆς σῆς εὐλαβείας, κύριε πάτερ. ἀληθῶς δὲ οὐδὲ ἑαυτοῖς ἐλάδιον οὐδέπω ἐκομισάμεθα· ὅτε δὲ σὺν θεῷ λαμβάνω περὶ γὰρ ταύτας τὰς ἡμέρας φροντίζω τῶν παιδίων προνοήσασθαι, ἀφʼ οὗ λαμβάνω, μετὰ χαρᾶς πολλῆς ἀποστέλλω σοι. τοῦτο γὰρ ἡμῶν ἐφόδιον ψυχῆς καὶ τῆς μελλούσης ἐλπίδος ἐστίν. ἀπέστειλα δὲ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Ὡρίωνος τοῦ μοναχοῦ μονῆς Ἀνκυρῶνος …η Ταῆσε τῇ ἀπὸ …τῷ τιμιωτάτῳ πατρὶ ἡμῶν Νεφερῷ Παῦλος