Ancient Greek
P.Neph. 44
Documentary Papyri, P.Neph. 44
Not analysed yet
Αὐρήλιοι …καὶ Σαβῖνος καὶ Ἡρακληόδωρος καὶ κοινωνοὶ ἀποδέκται κώμης Νήσων Αὐρηλίῳ Χιᾶτι χαίρειν. διέγραψας ἡμῖν ὑπὲρ τιμῆς σίτου γενήματος κ ἔτους ὑπὲρ διαπαντων τῆς κώμης ἀργυρίου τάλαντον α. Αὐρήλιοι Κ…ς καὶ Παειηοῦς καὶ Νιλάμμων καὶ κοινωνοὶ ἀποδέκται κώμης Νήσων Αὐρηλίῳ Οὐαρίῳ χαίρειν. διέγραψας ἡμῖν ὑπὲρ τιμῆς σίτου γενήματος κ ἔτους ὑπὲρ διαπαντων τῆς αὐτῆς κώμης ἀργυρίου τάλαντον ἕν, γίνεται τάλαντον α. Αὐρ …καὶ …αταλῆς ἀμφότεροι κώμαρχοι κώμης Νήσων Αὐρηλίῳ Οὐαρίῳ χαίρειν. ……η ἰνδικτίωνος ……της στιππίου …Αὐρ …σεσημείωμαι. Οὐᾶρις Χεᾶτος ὑπὲρ ἐξαργυρισμοῦ ϛ ἰνδικτίωνος …ζ …καὶ ὑπὲρ ναύλου πλοίων θαλασσίων …ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῆς αὐτῆς ϛ καὶ ζ ἰνδικτίωνος ὑπὲρ διατυπώσεως καὶ ναύλου καὶ …δραχμὰς χ. Ἀρίων σεσημείωμαι. Αὐρήλιοι Συρίων καὶ Λογγῖνος σιτολόγοι κώμης Νήσων Αὐρηλίῳ Οὐᾶρι χαίρειν. ἐσχήκαμεν ὑπὲρ γενήματος ϛ ἰνδικτίωνος ὑπὲρ διατυπώσεως καὶ πριμιπίλου καὶ ναύλου δραχμὰς φ καὶ ὑπὲρ ἀχύρου λίτρας με καὶ ὑπὲρ πυροῦ ἀρτάβην α. ἐσχήκαμεν καὶ ὑπὲρ πλίνθων δραχμὰς χ. ἐσχήκαμεν καὶ ζ ἰνδικτίωνος ὑπὲρ διατυπώσεως καὶ πριμιπίλου καὶ ναύλου δραχμὰς φ καὶ ὑπὲρ ἀχύρου …καὶ κρέως λίτρας β· …σεσημείωμαι ἐσχήκαμεν καὶ ὑπὲρ τροφείων Μέμφεως τάλαντον ἓν καὶ ὑπὲρ τροφείων Ἀλεξανδρείας …καὶ ὑπὲρ ἀχύρου λίτρας με. Λογγῖνος σεσημείωμαι. ἐσχήκαμεν καὶ ὑπὲρ πυροῦ ζ ἰνδικτίωνος ἀρτάβην μίαν ἀρτάβην α. …ἐμέτρησας ἡμῖν ὑπὲρ γενήματος ϛ καὶ ζ ἰνδικτίωνος ὑπὲρ κριθῆς ἀρτάβην μίαν …Αὐρήλιος Λογγῖνος σεσημείωμαι