Ancient Greek
P.Ness. 3 29
Documentary Papyri, P.Ness. 3 29
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου πιστοῦ ἐν Χριστῷ ἡμέρου μεγίστου εὐεργέτου εἰρηνικοῦ Αὐτοκράτορος Αὐγούστου ἔτους ἐννάτου μετὰ τὴν ὑπατείαν τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν βασιλέως ἔτει ἕκτῳ πρὸ δέκα καλανδῶν Ἰανουαρίων ἔτους τετρακοσιοσοῦ ὀγδοηκοστοῦ πέμπτου χρόνων ἰνδικτίωνος ἐννάτης μηνὸς Αὐδναίου ἑβδόμῃ ἐν Ἐλούσῃ πόλει. τήνδε τὴν διαμαρτυρίαν δύναμιν ἔχουσαν δευτέρας καὶ τρίτης παραγγελίας διαπέμπειν Φλάουιος …καθωσιωμένος στρατιώτης τοῦ κάστρου Νεσσάνων ἐνταῦθα τὰ νῦν παραγενόμενος Γεωργίῳ Ιανητος καθωσιωμένῳ στρατιώτῃ τοῦ αὐτοῦ κάστρου κακεῖθεν ὡρμωμένῳ …ον καὶ λεγε…η τοὺς εὐφρονοῦντας πρὸς τὸ εὔγνωμον ῥέπειν καὶ ἀφʼ ἑαυτῶν τῷ εὐλόγῳ κατακολουθεῖν καὶ τεθεν… …τι… παρατρέπειν καὶ ἕτερα φρονεῖν καὶ οὐτʼ εἰς μέμψιν ἑαυτοῖς ἐπιφέρειν ἐπεὶ οὖν διαφόρως …