Ancient Greek
P.Ness. 3 47
Documentary Papyri, P.Ness. 3 47
Not analysed yet
πάντων πρότερον γράφω προσκυνῶ καὶ ἀσπάζω σε τὸν ἐμοῦ γνήσιον φίλον ὄντα, δέσποτα. θέλησον δέξασθαι παρὰ τοῦ γραμματηφόρου σκάρου λίτρας ὀγδοήκοντα κεφαλὰς μεγάλας εἴκοσι καὶ εἰς ταῦτα προκάλυμμα ποιῆσαι τῷ ἀνθρώπῳ μου Ἀνακλᾷ ὅτι ἐδέξω αὐτὰ καὶ εὔχου ὑπὲρ ἐμοῦ διὰ τὸν κύριον δεσπότῃ ἐμῷ τὰ πάντα θεοφιλεστάτῳ καὶ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ φίλῳ Στεφάνῳ Βικτωρίου διακόνῳ Πατρίκιος ἡγούμενος ἐδεξάμην τὰ γράμματα τοῦ ἐμοῦ δεσπότου καὶ φίλου διὰ Πτολομέου ἅμα καὶ ὀψάρια ιϛ λιτρῶν ο ἐσταθμίσθην αὐτὰ παρουσίᾳ Πτολεμέου ιφυλοποντη ἄχρις οὗ ἔλθῃς αἷρε δὲ καὶ τὰς ἄλλας εἴκοσι λίτρας καὶ ὀλίγα ἁλικά.