Ancient Greek
P.Ness. 3 50
Documentary Papyri, P.Ness. 3 50
Not analysed yet
πρὸ μὲν πάντων γράφω καὶ ἀσπάζομαι τὸν ἀβᾶν Ζονινων ἔπειτα παρακαλῶ σε ἐπειδὴ ἀσθενῶ καὶ οὐ δύναμαι ἐξελθεῖν εἰς τὴν ἑορτὴν τοῦ ἁγίου Σεργίου ἐὰν ἐξέρχῃ ἵνα παρακαλέσῃς τὸν ἡγούμενον ἵνα δώσῃ τῷ ἀββᾷ Προκωπίῳ τὴν εὐλογίαν μου ἵνα μὴ ἀναγκασθῇ μετὰ τὴν ἑορτὴν ἐξελθεῖν καὶ αὐτὸς ἀπαλλάσηται τοῦ ἀναλώματος καὶ μὲ ἀναπαύειν παρακλήθητι χαρίζειν με τὸ καθῆκον τοῦτο. ὑγιαίνων δίελθε καὶ ἐάν μὴ ἐξέλθῃς γράψον αὐτῷ τῷ ἀββᾷ Ζωνινῳ Γεώργιος ἐλέει θεοῦ ἐπίσκοπος