Ancient Greek
P.Ness. 3 75
Documentary Papyri, P.Ness. 3 75
Not analysed yet
γιγνώσκειν θέλομεν τὴν γνησίαν ὑμῶν λαμπρότητα καὶ θεοφιλίαν ὅτι γραφὴν ἐδεξάμεθα ἐκ τοῦ λαμπροτάτου κυρίου Σαμουήλου ὥστε ἡμᾶς σὺν ὑμῖν καταλαβεῖν τὸν αὐτὸν ἵνα ἐν τῷ ἅμα προσέλθομεν τῷ δεσπότῃ ἡμῶν τῷ ἐνδοξοτάτῳ συμβούλῳ ἵνα …ἡμᾶς. πάνυ γὰρ ἐβάρησαν ἡμᾶς καὶ ὑμᾶς καὶ οὐ δυνόμεθα βαστάξαι τὸ τοιοῦτο φορτίον. ἰδοὺ οὖν ἡμεῖς αὔριον ἥτις ἐστὶν δευτέρα εὑρισκόμεθα εἰς Γάζαν. ἐσμὲν δὲ ὀνόματα εἴκοσι . καλῶς οὖν ποιεῖτε εὐθέως καὶ ὑμεῖς …άζοντες ἵνα εὑρεθῶμεν πάντες μιᾶς ψυχῆς καὶ μιᾶς ὁμονοίας. τὴν δὲ παροῦσαν ἐπιστολὴν ἀναγινώσκοντες ἀπολύετε εἰς Νεσᾶναν. ἐγράψαμεν εἰς Σόβατα. εὐτυχεῖτε καὶ ἔρρωσθε