Ancient Greek
P.NYU 1 18
Documentary Papyri, P.nyu 1 18
Not analysed yet
ἔδωκα Ἰσιδώρῳ ἀργυρίου τάλαντα εἴκοσι εἰς τιμὴν λαχάνου ἀρταβῶν εἴκοσι . ἔδωκα Ἰσιδώρῳ ὁμοίως τάλαντα ὀκτὼ εἰς τιμὴν σίτου ἀρταβῶν δώδεκα καὶ φασήλου ἀρταβῶν δώδεκα εἰς τὸν λόγον Ἀμμωνιανοῦ· ταῦτα παρʼ αὐτῷ ἔχει ὁ Ἰσίδωρος. καὶ ὁμοίως ἔδωκα Ἰσιδώρῳ ἄλλα τάλαντα δέκα εἰς τιμὴν φασήλου ἀρταβῶν τριάκοντα . καὶ ὁμοίως ἔδωκεν αὐτῷ ὁ πατήρ μου εἰς τὸν λόγον μου ἄλλα τάλαντα εἴκοσι . ἔδωκα Ἰσιδώρῳ ἀργυρίου τάλαντα πέντε εἰς λόγον τοῦ ὑποσχισμοῦ τῶν κλήρων καὶ σίτου εἰς σπορὰν ἀρτάβας ἑπτὰ καὶ κριθῆς ἀρτάβας ἓξ παρὰ μέτρα δύο καὶ φασήλου ἀρτάβας δύο · ταῦτα παρʼ αὐτῷ ἔχει. καὶ ὁμοίως ἔδωκα αὐτῷ εἰς λόγον ὑποσχισμοῦ βοεικῶν ἀργυρίου τάλαντα δύο ἥμισυ ,ὁμοῦ ὑποσχισμοῦ τάλαντα ἑπτὰ ἥμισυ . λοιπὰ ζ ἔτους κριθῆς ἀρτάβαι τρεῖς παρὰ μέτρα δύο .