Ancient Greek
P.NYU 1 1 a
Documentary Papyri, P.nyu 1 1a
Not analysed yet
Οὐαλερίῳ Ζίπερι τῷ διασημοτάτῳ ἡγουμένῳ Ἡρκουλίας Αἰγύπτου παρὰ Αὐρηλίων Οὐσενούφεως Ἡρᾶ καὶ Ἡρᾶ Ἀτισίου καὶ Ἥρωνος Ἀπίωνος τῶν τριῶν ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοίτου νομοῦ. τῷ μὲν δοκεῖν, ἡγεμὼν δέσποτα, ὑπὲρ ἑαυτῶν τὸν λόγον προτινόμεθα, ἔργῳ δὲ ἀληθεῖ καὶ δυνάμει ὑπὲρ λυσιτελείας τῶν φόρων τοῦ ἱερωτάτου ταμίου. παρὰ σοὶ τῷ φιλαλήθει ἔσμεν τοίνυν, ἐπεὶ ἀψευδεῖν δεῖ γεωργοὶ μὲν ἀρουρῶν δέκα καὶ πέντε Ἡρακλ… …φνος καὶ …ρου ἀπὸ τῆσδε τῆς πόλεως. …εἰσὶν δὲ …λοιπῶν αὐτὸ γὰρ ……εις…γεωργοὶ ……οντων ……λούντων …ὑποβαλλο…