Ancient Greek
P.NYU 1 22
Documentary Papyri, P.nyu 1 22
Not analysed yet
ὁμολογεῖ Αὐρήλιος Σαραπίων Οὐενάφρεως μητρὸς Εἰρήνης ἀπὸ κώμης Καρανίδος ὡς ἐτῶν τριάκοντα οὐλὴ κάτω χειρὸς ἀριστερᾶς μετʼ ἐγγύου Αὐρηλίου Ἥρωνος ολ ἀπὸ τῆς αὐτῆς κώμης ἔχειν καὶ μεμετρῆσθαι παρὰ Ἀντωνίου Σαραπάμμωνος ἀπὸ στρατηγιῶν διὰ Ἡρᾶ προνοητοῦ πυροῦ σὺν τρίτῳ μέρει ἀρτάβας πέντε τρίτον ἀρτάβας ε γ, ἅσπερ ἐπάναγκον ἀποδώσω σοι ἐνπρόθεσμος μηνὶ Παῦνι τῆς τρίτης ἰνδικτίονος μετʼ ἐγγύου Ἥρωνος Ὃλ μέτρῳ τετραχοινίκῳ δικαίῳ τὸ δὲ γένος νέον καθαρὸν ἄδολον εὐάρεστον ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίγνεσθαί σοι τὴν πρᾶξιν ἔκ τε ἐμοῦ τοῦ ὁμολογοῦντος Σαραπίωνος ἢ καὶ ἐκ τῶν ὑπαρχόντων μοι μετʼ ἐγγύου τοῦ αὐτοῦ Ἥρωνος καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ η —καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ δ —Θὼθ δ —. Αὐρήλιος Σαραπίων ἔσχον τὰς τοῦ πυροῦ ἀρτάβας πέντε τρίτον καὶ ἀποδώσω τῇ προθεσμίᾳ μετʼ ἐγγύου Ἥρωνος ὡς πρόκιται. Αὐρήλιος Κοπρῆς Παήμους ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. χειρόγραφον Σαραπίωνος Οὐενάφρεως ἀπὸ κώμης Καρανίδος πυροῦ ἀρτάβαι πέντε τρίτον ἀρτάβαι ε γ μόναι.