Ancient Greek
P.NYU 1 24
Documentary Papyri, P.nyu 1 24
Not analysed yet
ὁμολογεῖ Αὐρηλία Τετούεις Ἁτρῆ ἀπὸ κώμης Καρανίδος Αὐγηλίᾳ Κουτίνᾳ Ἠλία ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἔχειν τὴν ὁμολογοῦσαν σίτου σὺν ἡμιολίᾳ ἀρτάβας ἐννέα ἀρτάβας θ ἅσπερ ἐπάναγκον ἀποδώσω τῇ προθεσμίᾳ μηνὶ Παῦνι τῆς ἐνεστώσης τρίτης ἰνδικτίονος τὸ γένος νέον καθαρὸν ἄδολον εὐάρεστον ἀνυπερθέτως καὶ ἐπὶ τῆς ἀπαιτήσεως γίνεσθαι τῇ Κουτίνᾳ τὴν πρᾶξιν ἔκ τε τῆς ὁμολογούσης ἢ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν αἰωνίων Αὐγούστων τὸ δ. Αὐρηλία Τετούεις ἔσχον τὰς τοῦ σίτου σὺν ἡμιολίᾳ ἀρτάβας ἐννέα καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκιται. Αὐρήλιος Ὃλ ἔγραψα ὑπὲρ αὐτῆς παρούσης ἀγραμμάτου. χειρόγραφον. τιτούεις Ἁτρῆ ἀπὸ κώμης Καρανίδος σίτου ἀρτάβας θ.