Ancient Greek
P.NYU 1 4 a
Documentary Papyri, P.nyu 1 4a
Not analysed yet
Αὐρήλιοι Παλὲ καὶ Ἀτάμμων καὶ οἱ κοινωνοὶ ἀποδέκται ὅρμου Λευκογίου Αὐρηλίοις Πεληνίῳ καὶ Σελποῦτι καὶ Ἰσιδώρῳ καὶ Ἥρωνι καὶ Ἀμμωνᾷ ἀπὸ κώμης Καρανίδος χαίρειν. παρελάβομεν παρʼ ὑμῶν ἐν τῷ αὐτῷ ὅρμῳ Λευκογίου ἀπὸ λόγου κατασπορᾶς εἰκοστοῦ ἔτους πυροῦ σὺν ἑκατοσταῖς δέκα ἀρτάβας ἑκατὸν τριάκοντα πέντε ἀρτάβας ρλε μόνας. ἑτέρου συνβόλου μὴ ἐπιφερομένου. Αὐρήλιος Ἀτάμμων ἔγραψα τὰ ὅλα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικινίου Σεβαστῶν τὸ β Ἁθὺρ η. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α Χοίακ κδ. Αὐρήλιοι Ἁρποκρᾶς καὶ Σαραπίων καὶ Ἀπολλώνιος καὶ Συρίων ἀπαιτηταὶ πόλεως Αὐρηλίοις Ἥρωνι καὶ Ἰσιδώρῳ χαίρειν. παρελάβομεν παρʼ ὑμῶν ὑπὲρ κατασπορᾶς ταμιακῶν ὀγδόης ἰνδικτίονος πυροῦ ἀρτάβας ἓξ ἥμισυ ἀρτάβας ϛ 𐅵μόνας. καὶ τῇ κε ὁμοίως οἱ αὐτοὶ ὑπὲρ τῆς αὐτῆς ἰνδικτίονος ταμιακῆς κατασπορᾶς πυροῦ ἀρτάβης ἥμισυ ἀρτάβης 𐅵μόνην, ἑτέρου συμβόλου πυροῦ ἀρταβῶν ἑπτὰ μὴ ἐπιφερομένου. Σαραπίων σεσημείωμαι. ἀποχὴ σίτου τῶν τῆς κατασπορᾶς ταμιακῶν. …