Ancient Greek
P.NYU 2 12
Documentary Papyri, P.nyu 2 12
Not analysed yet
Σεφώι. Ἱέρακι στρατηγῶι παρὰ Ἀματόκου τοῦ Δικαιογένους· ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ζ ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντα ἡμῖν πρόβατα εἴκοσι ὀκτώι, αἶγας δύο, γίνονται πρόβατα κη, ἐπακολουθοῦντας ἄρνας ἐρίφους, ἃ νεμήσεται περὶ Σεφὼι τῆς Θμοισέφωι τοπαρχίας καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως …μοσίου τοῦ Δείου λαογραφουμένου εἰς τὴν Νεσμῆμιν, ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος. …