Ancient Greek
P.NYU 2 16
Documentary Papyri, P.nyu 2 16
Not analysed yet
……Φαρμοῦθι …ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Σεραπίων Διονυσίου Μακεδὼν Διονυσίῳ Διονυσίου Θρᾳκὶ τῶν ἐπάνδρων ἱππέων …ἐν ἀγυιᾷ παρακεχωρηκέναι αὐτῷ ἀκολούθως τοῖς ᾠκονομημένοις διὰ τῶν ἐκ τοῦ ἱππικοῦ ἀφʼ οὗ ἐπέδωκεν ὑπομνήματος ὁ Σεραπίων Περδίκκᾳ τῷ πρὸς τοῖς καταλοχισμοῖς τὰς ὑπαρχούσας περὶ …ρω τῆς ἄνω τοπαρχίας ἐκ τοῦ …κλήρου κατοικικῆς γῆς ἀρούρας δέκα ὧν γείτονες· Νότου γύης, Βορρᾶ …υγη… τοῦ κλήρου, Ἀπηλιώτου πλευρισμὸς τοῦ κλήρου, Λιβὸς …,ἵνʼ ὑπάρχωσι τῷ Διονυσίῳ καὶ ἐγγόνοις σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις κυρίως τὸν ἅπαντα χρόνον…