Ancient Greek
P.NYU 2 18
Documentary Papyri, P.nyu 2 18
Not analysed yet
Πρόκλος Τρύφωνι τῶι φιλτάτῳ πλεῖστα χαίρειν. Ἰσίδωρος ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν ἐστίν μου ἐκ τῆς οἰκίας, ἐστὶν δὲ τῶι γένει ἀπὸ κώμης Ψώφθεως τοῦ Μεμφίτου καὶ τὴν λαογραφίαν ἐκεῖ τελεῖ καὶ τἄλλα καθήκοντα. ὑπὸ δὲ τῶν παρὰ σοῦ συνσχεθεὶς ἠναγκάσθη προέσθαι χειρογραφίαν ὑπὲρ τοῦ κατασπεῖραι περὶ κώμην Φιλαδελφείαν ἀπὸ τῆς Λιβίας προσόδου ἀρούρας πέντε ε ἥμισυ. ἐρωτῶ οὖν σε καὶ εἰς τὴν ἐμὴν καταλογήν, εἴ τις ἄρα μνεῖά ἐστιν παρὰ σοὶ τῆς ἐμῆς φιλίας, ἀπαρενόχλητον αὐτὸν διατήρησον καὶ προνόησον ὡς ἀναδοθήσεται αὐτῶι ἡ χειρογραφία. τοῦτο δὲ ποιήσας ἔσῃ μοι κεχαρισμένος. ἔρρωσο. ἔτους λε Καίσαρος Μεχεὶρ κε