Ancient Greek
P.NYU 2 22
Documentary Papyri, P.nyu 2 22
Not analysed yet
μετὰ τὸ ἐξελθεῖν ἐκ τῆς πόλεως φθάσομαι εἰς τὴν Τακόνα καὶ ἀνέλθω εἰς τὸ μοναστήριον τοῦ ἁγίου Γεωργίου καὶ γεμοῦμαι ἐκεῖ· καὶ ἐζήτησα Μουσαῖον τέκνον τῆς Σταυροφανίας χάριν τοῦ ἀπαργυρισμοῦ ὧν παραδο…σω ἐπάνω αὐτοῦ· καὶ εὗρον ὅπου ἔφυγεν, καὶ ἰδοὺ καὶ τὴν ἐπιστολὴν αὐτοῦ τῶν πεμφθεισων μοι παρʼ αὐτοῦ μεθʼ ὃ ἔφυγεν ἔστειλα πρὸς ὑμᾶς ἵνα καὶ αὐτὴν ἀναγνῷς καὶ τοῦ κυρίου Βάκχου τοῦ σχολαστικοῦ· οἶδες γὰρ ὅτι αὐτῷ ἀντιφωνῆσαι αὐτὸν καὶ τὴν ἐγγύην αὐτοῦ ἔχω· καὶ ἰδοὺ ἔγραψα μίαν ἐπιστολὴν πρὸς τὸν αὐτὸν κύριον Βακχον ἵνα ἐλθεῖν εἰς τὴν Τακόνα καὶ ἐπιθεωρῆσαι τὴν οὐσίαν αὐτοῦ· κράτησον οὖν τὴν ἐπιστολὴν τοῦ Μουσαίου καὶ πέμψον μοι, ἵνα κρατῆσαι αὐτὴν εἰς μαρτυρίαν. τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελθῷ …Φοιβάμμωνος κε…ε χαρτουλαρίῳ Γεώργιος διάκονος εφ…