Ancient Greek
P.NYU 2 3
Documentary Papyri, P.nyu 2 3
Not analysed yet
Ἀλκιβιάδῃ ἐπιστάτῃ φυλακιτῶν παρὰ Καλλιστράτου τοῦ Καλλιστράτου τοῦ προεστῶτος κτηνῶν οὐσίας Λιβίας καὶ Γερμανικοῦ Καίσαρος. τῷ Χοιὰχ τοῦ διεληλυθότος λδ ἔτους Καίσαρος προσείληφα Πε…νιος ὀνηλάτην ἐπιμελεῖσθαι τῶν ὀνικῶν κτηνῶν μου, τούτοις δὲ διὰ τῆς θερείας παραμεῖναι μέχρι τοῦ Χοιὰχ τοῦ λε ἔτους Καίσαρος καὶ ἐκτελεῖν σύμπαντα ὅσα καθήκει ὀνηλάτῃ· ὁ σημαινόμενος συγγνούς ἦν. τόν τε χειμῶνα τοῦ λδ ἔτους Καίσαρος ἀναστραφεὶς καὶ τὴν θερείαν παραμείνας ἦν ἀφαρπάσας ἐκ τῶν φορέτρων τὰ ὑποκείμενα ὀνηλατικά, τοῦ καλῶς ἔχοντος καταγνούς· τὸ μὲν πρῶτον ἐξαμελήσας τῶν ὄνων κατησθενήκασι καὶ τραυματίσας ἀπολώλεκεν ὄνον μου ἄξιον ἀργυρίου δραχμῶν …τὸν ο… καὶ εἰσαγαγὼν …τατην ἐπεδ… ὄνον προπεπτωκ…του δὲ καταγνο…ς τὰ λοιπά μου κτήνη …τακται ἔτι ἀπὸ Θωὺθ μηνὸς τοῦ λε ἔτους Καίσαρος ἔχων μου σάκκους τρεῖς …,μὴ παραδούς μοι μήτε τὰς σαγὰς μήτε τὰ λοιπὰ ἐργαλεῖα τῶν ὄνων, καὶ ἐκ τοῦ τοιούτου οἱ ὄνοι μου ἀργοὶ καθεστήκασι. διὸ ἐπιδίδωμί σοι τὸ ὑπόμνημα ὅπως ἀσφαλισάμενος τὸν ἐγκαλούμενον ἐξαποστείλῃς ἐφʼ οὓς καθήκει καὶ ἐπʼ αὐτῶν ἐπαναγκασθῇ ἐκτεῖσαί μοι τὴν τοῦ ὄνου τιμὴν καὶ τὰς τῶν ὄνων ἀργίας καὶ τοὺς σάκκους καὶ τὰς σαγὰς καὶ τὰ ἀργαλεῖα εἰς τό με τυχεῖν ὧν προσήκει. εὐτύχει.