Ancient Greek
P.NYU 2 40 Ro
Documentary Papyri, P.nyu 2 40
Not analysed yet
……ίου Θεοδώρου τοῦ διασημοτάτου καθολικοῦ καὶ μαγίστρου πριουάτης. Μελλούσης πράσεως οὐσιῶν ταμιακῶν καὶ χωρίων οὐεντι…ων περιελθόντων εἰς τὸ ἱερώτατον ταμιεῖον κατὰ τὸ ἔθος ἀχθήσεσθαι ἐν τῷ Καπιτωλίῳ ἀσφαλῶς ἐν τῇ πρὸ ια Καλανδῶν Σεπτεμβρίων ἔδει διὰ τοῦ προγράμματος πᾶσιν φανερὸν καταστῆναι, ὅτι οὖν οἱ βουλόμενοι πρίασθαι παρὰ τοῦ ἱερωτάτου ταμιείου προσελθόντες τῇ ἐμῇ τάξει …κατὰ τὴν αὐτὴν ἡμέραν ……μη φανερὰν καταστήσωσι.