Ancient Greek
P.NYU 2 45
Documentary Papyri, P.nyu 2 45
Not analysed yet
ὑπόμνημα Νικάνορι νομάρχηι παρὰ Ἁρυώτου. καλῶς ποιήσεις, ἐάν σοι φαίνηται, συντάξας Ἀχοάπει περὶ Πετοσίριος τοῦ Θοτορταίου ἐκ Φιλαδελφείας γεωργοῦ, ὅπως διεγγυηθεὶς ἀφεθῆι καὶ γίνηται πρὸς τῆι συναγωγῆι τοῦ σίτου καὶ ……δι…υρ…θῆι ἐπὶ τῶν ἁλώνων. γεωργεῖ δὲ γῆς ἀρούρας νε Νικάνωρ Ἀχωάπει χαίρειν. ἐπισκεψάμενος. εἴπερ μὴ…ε… μείζονι αἰτίαι ἐνέχεται, διεγγύησας αὐτὸν μονῆς ἄφες ἐκ τῆς φυλακῆς, ὅπως γείνηται πρὸς τῆι συναγωγῆι τοῦ σίτου ἔρρωσο. …Ἀχοάπει …Ἀλεξάνδρωι Ἀχοᾶπις Ἀλεξάνδρωι χαίρειν. ἀπέσταλκά σοι τὴν παρὰ Νικάνορος ἐπιστολήν. ποίει οὖν, καθότι …ἔτους ι, Παχὼνς ιγ. …κατενγυίης ἀρ…ι…