Ancient Greek
P.Oslo 2 21
Documentary Papyri, P.Oslo 2 21
Not analysed yet
Λουκίωι Α… ἑκατοντάρχηι παρὰ Λιμναίου τοῦ Λιμναίου ἐπιτρόπου …σ…ου Ἀφροδισίου γραμματέως Δορυφοριανῆς οὐσίας. τῇ α τοῦ Φαῶφι τοῦ ἐνεστῶτος δ ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ οἱ παρʼ ἐμοῦ κατέλαβαν ἐπʼ αὐτοφώρωι ὀρθριαίτερον τῆς ὥρας Ἀπολλώνιον Ἀβύκιος τῶν ἀπὸ Καρανίδος ἐν τῷ τοῦ Ἀφροδισίου ἐλαιῶνι σύν ἑτέρῳ τρυγῶντας ἐλᾶν. διὸ ἀξιῶ ἀχθῆναι αὐτὸν ἐπὶ σέ. Λιμναῖος Λιμναίου καὶ ὡς χρηματίζω ἐπιδέδωκα τὸ προκίμενον ὑπόμνημα. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαῶφι α.