Ancient Greek
P.Oslo 2 28
Documentary Papyri, P.Oslo 2 28
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ μηνὸς Καισαρείου ιγ. Σαραπίων καὶ μέτοχοι σιτολόγοι Θεαδελφείας καὶ ἄλλων κωμῶν μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἐννεακαιδεκάτου ἔτους εἰς Θαισάριον Μάρωνος Εὐημερείας κατοίκων πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἔπαιτον ἀρτάβας ἑπτὰ τρίτον κδ, γῆς ἀμπελίτιδος ἀρτάβης ἥμισυ τρίτον δωδέκατον ,γίνονται πυροῦ ἀρτάβαι η δ κδ, καὶ Ἀφροδεισία Θεογίτονος Θεαδελφείας κατοίκων ἀρτάβας τέσσαρες τέταρτον ,Εὐημερείας κατοίκων πυροῦ ἀρτάβας τρεῖς ἕκτον ,γίνονται πυροῦ ἀρτάβαι ζ γ ιβ, γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι ιε 𐅵ϛ κδ καὶ τὰ τούτων προσμετρούμενα.