Ancient Greek
P.Oslo 2 30
Documentary Papyri, P.Oslo 2 30
Not analysed yet
Πετεσοῦχος Πετεσούχου Ἀνχωρίφι ἑκατοντάρχῃ Σενδρυπαείτῃ ὁμολογῶ ἐγγυᾶσθαι Ταφαμοῦνιν τῶν ἀπὸ τῆς αὐτῆς κώμης καὶ παραστήσω αὐτὴν ὁπηνίκʼ ἄν αἱρῇ ἢ πυροῦ δρόμου ἀρτάβας ὀκτὼ ἥμισυ μέτρῳ τῷ τῆς κώμης τὸν δὲ πυρὸν νέον καθαρὸν ἄδολον καὶ μετρήσω ἐν κώμῃ Σενθρυφάει. ἐμοῦ δὲ μετρήσαντος κομίσασθαί με δεῖ τὸ πρωαρ… πιττάκιον ἀνέγκλητον περὶ οὐθενὸς ἁπλῶς. ι ἔτους Καίσαρος Ἐπεφὶ κε.