Ancient Greek
P.Oslo 2 51
Documentary Papyri, P.Oslo 2 51
Not analysed yet
Ἀμμώνιος Διοσκόρωι τῶι τιμιωτάτωι χαίρειν. Ἡρᾶς ὁ κομίζων σοι τὴν ἐπιστολὴν ἐστὶν γραμματεὺς γεωργῶν ἐν Σκανδιψ καὶ ἔχει ἀπολογίαν δῶναι ὑπὲρ τῆς ἐπιδοθείσης ἀναφορᾶς. παρακαλῶ σε ἀκολουθεῖν αὐτῶι πρὸς Μάρκον ἵνα προσδέχηται αὐτὸν μέχρι παραγένωμαι ἐπειδὴ μέλει μοι περὶ αὐτοῦ, μελήσει σοι συνστῆσαι αὐτὸν αὐτῶι μελέτω σοι εὐνοίης ἣν ἕξω σεαὐτῶι χάριν τῆς διαθέσεως. ἐρρῶσθαί σε εὔχομαι