Ancient Greek
P.Oslo 2 53
Documentary Papyri, P.Oslo 2 53
Not analysed yet
Θέων Ἀμμωνίῳ τῷ ἀρχιατρῷ χαίρειν. ἐκομισάμην παρὰ Πετεχῶντος κίστην ἐσφραγισμένην μεστὴν σταφυλῆς χλωρᾶς. κόμισαι παρὰ τοῦ αὐτοῦ καθαροὺς ἄρτους δώδεκα καὶ τὴν κίστην ἔχουσαν κολλούρας πέντε ,καθαροὺς καθὼς ἔγραψας. καθʼ ἡμέραν ἄξει τοὺς ὄνους ἀπὸ ιγ τοῦ Ἁθύρ· λαμβάνει κριθῆς χ ?. κάθηται πρὸς …Χεμμ…νεωσ…ρωθ…η… ἐὰν ἐκβῇ δηλώσω σοι περὶ τοῦ ἀναγκαίου καὶ λάβε παρʼ αὐτοῦ τιμήν· ἀγόρασόν μοι σῦκα καὶ ανκ…λην ὁλκῆς μνᾶς πέντε · πέμψον μοι. δήλωσον τιμὴν ἥν με θέλεις δοῦναι .