Ancient Greek
P.Oslo 2 55
Documentary Papyri, P.Oslo 2 55
Not analysed yet
Διογένης Πυθαγόρᾳ τῷ ἀδελφῷ χαίρειν. ἴσθι Θέωνα τὸν παράδοξον τὸν ἀναδιδόντα σοι ταῦτά μου τὰ γράμματα οἰκεῖόν μου ὄντα καὶ σχέσιν ἀδελφικὴν ἔχοντα πρός με. καλῶς οὖν ποιήσεις, ἄδελφε, τοῦτον ὑποδεξάμενος ὡς ἂν ἐμέ. ἀλλὰ καὶ τόπον ἐπιτήδειον αὐτῷ ἀπὸ ποδὸς ἐξηρτισμένον παράσχες, ἀλλʼ ἵνα ἐλθὼν μαρτυρήσῃ μοι τὰ τῆς προαιρέσεώς σου. Πυθαγόρᾳ βουλευτῇ …