Ancient Greek
P.Oslo 2 60
Documentary Papyri, P.Oslo 2 60
Not analysed yet
Ἥρων Διδύμωι τῶι τιμιωτάτωι χαίρειν. Πτολεμαῖος ἀρχιγραμματεὺς ἔγραψέ μοι παρακαλέσαι σὲ ὅπως σκυλῇς εἰς Διονυσιάδα καὶ ἐπιθέματα τριπόδων τρικλινικῶν καὶ αὐτῷ φίλου ἀναγκαίου ἐπιθεμένου ἀγοράσας διαπέμπῃς αὐτῷ. καὶ εἰδὼς ὅτι ποιήσεις ἔγραψά σοι . ἀλλὰ τάχιον ποιῆσαι παρακαλῶ, ἐπειδὴ καὶ ἐρωτῶν ἡμῖν ὁ φίλος ἐπιβαρεῖ. νομίζω δὲ τὴν δέησιν αὐτοῦ μὴ εἶναί σοι φορτικὴν φίλῳ σου ὄντι. ἔπεμψα δέ σοι καὶ τὰ παρʼ αὐτοῦ γράμματα. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Διδύμωι ἀπὸ Ἥρωνος.